Ι. Ὃς ἂν ἐπάναστασιν βολευομένην κατείπηι καὶ φανῆι ἐόντα ἀληθέα, χιλίος στατῆρ-
ας ἐκ τῆς πόλεως ἰσχέτω· ἢν δὲ δοῦλος κατείπηι, καὶ ἐλεύθερος ἔστω· ἢμ πλέος ἢ εἷς κατείπωσι,
τριηκόσιοι κρινόντων δίκην δικάσαντες· ἢν δέ τις τῶν μετεχόντων κατείπηι, τό τε ἀργύριον
ἰσχέτω καὶ κατώμοτος κατ᾽αὐτõ μὴ ἔστω μηδὲ δίκη μηδεμία μήτε ἱρὴ μήτε βέβηλη περὶ τότων
5μηδὲ ἐν τῆι ἐπαρῆι ἔστω πλὴν ἑνός, τõ πρώτο βολεύσαντος· ἄρχει εἰνάτη ἀπιόντος Ἀπατορι-
ῶνος· ἐπὶ Ἀκρύπτο, Ἀλεξιμάχο, Δεξιάδεω ἀρχόντων.
ΙΙ. Ὃς ἂν ἐν τῆις ἀποικίησιν ἐπάναστασιν βολευομένην κατείπηι, ἢ προδίδοντα τὴν πόλιν Θασίων
τινὰ ἢ τῶν ἀποίκων, καὶ φανῆι ἐόντα ἀληθέα, διηκοσίος στατῆρας ἐκ τῆς πόλεως ἰσχέτω· ἢν δὲ τὰ
χρήματα ἦι τõ ἐπανισταμένο πλεῦνος ἄξια διηκοσίων στατήρων, τετρακοσίος στατῆρας ἐκ τῆς πόλεως
10ἰσχέτω· ἂν δὲ δõλος κατείπηι, τό τε χρῆμα ἰσχέτω, καὶ ἐλεύθερος ἔστω· ἢμ πλέος ἢ εἷς κατείπωσι, τριηκόσιοι
κρινόντων δίκην δικάσαντες· ἢν δέ τις τῶν μετεχόντων κατείπηι, τό τε ἀργύριον ἰσχέτω καὶ κατώμοτος
κατ᾽αὐτõ μὴ ἔστω μηδὲ δίκη μηδεμία μήτε ἱρὴ μήτε βέβηλη περὶ τότων μηδὲ ἐν τῆι ἐπαρῆι ἔστω πλὴν ἑνός, τõ
πρώτο βολεύσαντος· ἄρχει τῆι ῥήτρηι τρίτη ἱσταμένο Γαλαξιῶνος· ἐπὶ Φανοδίκο, Ἀντιφάνεος, Κτησίλλο
ἀρχόντων.
Ι. Ὅποιος καταγγείλει σχεδιαζόμενη ἐπανάσταση ἐναντίον τῆς Θάσου
καὶ ἡ καταγγελία ἀποδειχθεῖ ἀληθής, θὰ πάρει ἀμοιβὴ ἀπὸ τὴν πόλη χιλίους στατῆρες·
ἐὰν τὸ καταγγείλει δοῦλος, νὰ ἀποκτᾶ καὶ τὴν ἐλευθερία του·
ἂν τὸ καταγγείλουν περισσότεροι ἀπὸ ἕνας, νὰ ἀποφασίσει δικαστήριο τριακοσίων δικαστῶν·
5ἂν τὸ καταγγείλει ἕνας ἀπὸ τοὺς συνωμότες, νὰ παίρνει τὰ χρήματα καὶ νὰ μὴν θεωρεῖται
ἐπίορκος καὶ νὰ μὴν εὐσταθεῖ ἐναντίον του δίκη γιὰ παράβαση κανόνος δικαίου,
θείου ἢ ἀνθρωπίνου γιὰ τὴν συνωμοσία καὶ νὰ μὴν εἶναι ἐπικατάρατος,
ἐκτὸς ἀπὸ ἕνα(ν), τὸν πρωταίτιο· ὁ νόμος ἰσχύει ἀπὸ τὴν 29η τοῦ Ἀπατουριῶνος·
ἐπὶ ἀρχόντων Ἀκρύπτου, Ἀνεξιμάχου, Δεξιάδου.
10ΙΙ. Ὅποιος καταγγείλει σχεδιαζόμενη ἐπανάσταση στὶς ἀποικίες
ἢ ὅτι κάποιος ἀπὸ τοὺς Θασίους ἢ τοὺς ἀποίκους προδίδει τὴν πόλη,
καὶ ἡ καταγγελία ἀποδειχθεῖ ἀληθής, θὰ πάρει ἀμοιβὴ ἀπὸ τὴν πόλη διακοσίους στατῆρες·
ἐὰν ὅμως ἡ περιουσία αὐτοῦ ποὺ σχεδιάζει τὴν ἐπανάσταση εἶναι μεγαλύτερη ἀπὸ διακοσίους,
θὰ πάρει ἀπὸ τὴν πόλη τετρακοσίους· ἐὰν τὸ καταγγείλει δοῦλος,
15καὶ τὰ χρήματα νὰ παίρνει καὶ νὰ ἀποκτᾶ καὶ τὴν ἐλευθερία του·
ἂν τὸ καταγγείλουν περισσότεροι ἀπὸ ἕνας, νὰ ἀποφασίσει δικαστήριο τριακοσίων δικαστῶν·
ἂν τὸ καταγγείλει ἕνας ἀπὸ τοὺς συνωμότες, νὰ παίρνει τὰ χρήματα
καὶ νὰ μὴν θεωρεῖται ἐπίορκος καὶ νὰ μὴν εὐσταθεῖ ἐναντίον του δίκη γιὰ παράβαση
κανόνος δικαίου, θείου ἢ ἀνθρωπίνου γιὰ τὴν συνωμοσία καὶ νὰ μὴν εἶναι ἐπικατάρατος,
20ἐκτὸς ἀπὸ ἕνα(ν), τὸν πρωταίτιο· ὁ νόμος ἰσχύει ἀπὸ τὴν τρίτη τοῦ Γαλαξιῶνος·
ἐπὶ ἀρχόντων Φανοδίκου, Ἀντιφάνους, Κτησίλλου.